;

Τρίτη 11 Απριλίου 2017

Θείος Λόγος

Οὐκοῦν σκόρπισον, ἀδελφὲ,
ἕως ἔτι συνέστηκεν ἡ τοῦ βίου πανήγυρις.
Τὰ τῆς ἀπολογίας πραγμάτευσαι·
πρὸ τοῦ τεθῶσιν οἱ θρόνοι, θρῆνον ἐπίδειξαι·
φθάσον τοῦ νυμφίου τὴν παρουσίαν·
δράμε τῆς ἁμαρτίας ὀξύτερον·
πρόλαβε τὴν ἐμπρόθεσμον διάγνωσιν·
θεράπευσον τὸν κριτήν·
μὴ καταδέξῃ τῷ βήματι παραστῆναι γυμνός.
Νῦν σκόρπισον χρήματα,
ἵνα τότε διαλύσῃς ἐγκλήματα·
λάλησον τῷ δικαστῇ καταμόνας,
ἵνα μὴ ἐπὶ πάντων καταδικάσῃ σε·
λάβε μεσίτην πρὸς τὴν αὐτοῦ θεραπείαν τὸν πένητα·
δι' αὐτοῦ τὸν κριτὴν δωροδόκησον·
αὐτῷ μόνῳ θάῤῥει τὸ τοιοῦτον μυστήριον·
δι' αὐτοῦ πώλει τοῖς καταδίκοις τὸ δίκαιον.
(Αγίου Ιωάννου του Χρυσοστόμου)